ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·