μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·