οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.