<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="301">ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει</l><l n="302">σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·</l><q><l n="303">μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς</l><l n="304">οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,</l><l n="305">μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.</l><l n="306">ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται</l><l n="307">ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.</l><l n="308">ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον</l><l n="309">τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.</l></q><milestone ed="p" n="310" unit="card"/><l n="310"><milestone ed="P" unit="para"/>ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·</l><l n="311">καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l></div></div></body></text></TEI>