πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν, ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.