<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="296">Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·</l><l n="297">ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,</l><l n="298">πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς</l><l n="299">ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,</l><l n="300">ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.</l><l n="301">ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει</l><l n="302">σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·</l><q><l n="303">μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς</l><l n="304">οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,</l><l n="305">μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.</l><l n="306">ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται</l><l n="307">ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.</l><l n="308">ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον</l><l n="309">τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.</l></q><milestone ed="p" n="310" unit="card"/><l n="310"><milestone ed="P" unit="para"/>ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·</l><l n="311">καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="312">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="313">ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="314">ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·</l><l n="315">ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις</l><l n="316">ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.</l></q><l n="317"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="318">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς</l><l n="319">ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.</l><l n="320">ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·</l><l n="321">εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.</l><l n="322">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω</l><l n="323">βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.</l><l n="324">αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο</l><l n="325">ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.</l></q><l n="326"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.</l><l n="327">εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον</l><l n="328">ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·</l><l n="329">αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,</l><l n="330">πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ</l><l n="331">ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,</l><l n="332">ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες</l><l n="333">Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες</l><l n="334">ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν</l><l n="335">Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.</l><l n="336">τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="337">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="338">ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,</l><l n="339">καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον</l><l n="340">τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;</l><l n="341">σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας</l><l n="342">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·</l><l n="343">πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,</l><l n="344">ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.</l><l n="345">ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα</l><l n="346">οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·</l><l n="347">νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν</l><l n="348">ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><milestone ed="p" n="350" unit="card"/><l n="350">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;</l><l n="351">πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ</l><l n="352">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;</l><l n="353">ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ</l><l n="354">Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα</l><l n="355">Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.</l></q><l n="356"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων</l><l n="357">ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·</l><q><l n="358">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="359">οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·</l><l n="360">οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="361">ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.</l><l n="362">ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν</l><l n="363">εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.</l><l n="365">εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα</l><l n="366">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·</l><l n="367">πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.</l><l n="368">καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="369">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="370">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="371">τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;</l><l n="372">οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,</l><l n="373">ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,</l><l n="374">ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε</l><l n="375">ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.</l><l n="376">ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας</l><l n="377">ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·</l><l n="378">οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,</l><l n="379">καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·</l><l n="380">οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·</l><l n="381">ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.</l><l n="382">οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,</l><l n="383">Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,</l><l n="384">ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.</l><l n="385">αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας</l><l n="386">δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.</l><l n="387">ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς</l><l n="388">τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,</l><l n="389">ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="390">ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.</l><l n="391">οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων</l><l n="392">ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες</l><l n="393">κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,</l><l n="394">Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,</l><l n="395">υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.</l><l n="396">Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·</l><l n="397">πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·</l><l n="398">Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.</l><l n="399">τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν</l><l n="400">γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.</l><milestone ed="p" n="401" unit="card"/></q><l n="401"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης</l><l n="402">αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·</l><l n="403">τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·</l><q><l n="404">Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·</l><l n="405">ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·</l><l n="406">ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο</l><l n="407">παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,</l><l n="408">πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·</l><l n="409">κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·</l><l n="410">τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.</l></q><l n="411"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="412">τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·</l><l n="413">οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="414">ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="415">τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ</l><l n="416">Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,</l><l n="417">τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.</l><l n="418">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="419"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·</l><l n="420">δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος</l><l n="421">ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.</l><l n="422"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης</l><l n="423">ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·</l><l n="424">πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα</l><l n="425">χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας</l><l n="426">κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·</l><l n="427">ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες</l><l n="428">νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος</l><l n="429">ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης</l><l n="430">τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,</l><l n="431">σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι</l><l n="432">τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.</l><l n="433">Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ</l><l n="434">μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν</l><l n="435">ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,</l><l n="436">ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·</l><l n="437">οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,</l><l n="438">ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.</l><l n="439">ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη</l><l n="440">Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,</l><l n="441">Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,</l><l n="442">ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα</l><l n="443">οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·</l><l n="444">ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ</l><l n="445">ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.</l><milestone ed="p" n="446" unit="card"/><l n="446"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,</l><l n="447">σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν</l><l n="448">χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="449">ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="450">ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν</l><l n="451">ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.</l><l n="452">ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες</l><l n="453">ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ</l><l n="454">κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,</l><l n="455">τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·</l><l n="456">ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.</l><l n="457"><milestone ed="P" unit="para"/>πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="458">ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·</l><l n="459">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="460">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="461">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,</l><l n="462">ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="463">τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ</l><l n="464">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,</l><l n="465">ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα</l><l n="466">τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.</l><l n="467">νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ</l><l n="468">πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,</l><l n="469">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.</l><l n="470">ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη</l><l n="471">ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς</l><l n="472">ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.</l><l n="473"><milestone ed="P" unit="para"/>ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας</l><l n="474">ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ</l><l n="475">Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος</l><l n="476">γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·</l><l n="477">τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι</l><l n="478">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="479">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="480">πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν</l><l n="481">δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος</l><l n="482">ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς</l><l n="483">ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει</l><l n="484">λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·</l><l n="485">τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ</l><l n="486">ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·</l><l n="487">ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.</l><milestone ed="p" n="488" unit="card"/><l n="488">τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν</l><l n="489">Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ</l><l n="490">Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.</l><l n="491">τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον</l><l n="492">βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·</l><l n="493">ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="494">τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,</l><l n="495">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="496">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="497">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="498">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="499">ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα</l><l n="500">ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.</l><l n="501">τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ</l><l n="502">κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν</l><l n="503">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,</l><l n="504">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="505">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="506">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,</l><l n="507">ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων</l><l n="508">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="509">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης</l><l n="510">Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος</l><l n="511">χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·</l><l n="512">οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="513">μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς</l><l n="515">ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια</l><l n="516">ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.</l><milestone ed="p" n="517" unit="card"/><l n="517"><milestone ed="P" unit="para"/>ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·</l><l n="518">χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι</l><l n="519">κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν</l><l n="520">Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.</l><l n="521">ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς</l><l n="522">ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="523">κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας</l><l n="524">θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ</l><l n="525">Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι</l><l n="526">χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="527"><milestone ed="P" unit="para"/>τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ</l><l n="528">στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·</l><l n="529">ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος</l><l n="530">ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,</l><l n="531">τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.</l><l n="532">τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι</l><l n="533">Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,</l><l n="534">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="535">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="536">ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,</l><l n="537">ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων</l><l n="538">ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.</l><l n="539"><milestone ed="P" unit="para"/>ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,</l><l n="540">ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ</l><l n="541">δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη</l><l n="542">χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·</l><l n="543">πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ</l><l n="544">πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.</l></div><div type="textpart" subtype="Book" n="5"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη</l><l n="2">δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν</l><l n="3">Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·</l><l n="4">δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ</l><l n="5">ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα</l><l n="6">λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·</l><l n="7">τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,</l><l n="8">ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.</l><l n="9"><milestone ed="P" unit="para"/>ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων</l></div></div></body></text></TEI>