<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="295">ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε</l><l n="296">Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·</l><l n="297">ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,</l><l n="298">πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς</l><l n="299">ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,</l><l n="300">ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.</l><l n="301">ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει</l><l n="302">σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·</l><q><l n="303">μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς</l><l n="304">οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,</l></q></div></div></body></text></TEI>