τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι