αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,