φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.