ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·