<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="268">ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="269">ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν</l><l n="270">Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω</l><l n="271">ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.</l></q><l n="272"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·</l><l n="273">ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="274">τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.</l><l n="275">ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ</l><l n="276">ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·</l><l n="277">τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα</l></div></div></body></text></TEI>