<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="266">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος</l><l n="267">ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·</l><l n="268">ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="269">ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν</l><l n="270">Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω</l><l n="271">ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.</l></q><l n="272"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·</l><l n="273">ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="274">τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.</l><l n="275">ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ</l><l n="276">ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·</l><l n="277">τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα</l><l n="278">φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,</l><l n="279">ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·</l><l n="280">τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν</l><l n="281">δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες</l><l n="282">κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="283">καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="284">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="285">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,</l><l n="286">σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·</l><l n="287">αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.</l><l n="288">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="289">τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·</l><l n="290">τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος</l><l n="291">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·</l><l n="293">ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν</l><l n="294">οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι</l><l n="295">ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε</l><l n="296">Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·</l><l n="297">ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,</l><l n="298">πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς</l><l n="299">ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,</l><l n="300">ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.</l><l n="301">ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει</l><l n="302">σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·</l><q><l n="303">μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς</l><l n="304">οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,</l><l n="305">μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.</l><l n="306">ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται</l><l n="307">ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.</l><l n="308">ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον</l><l n="309">τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.</l></q><milestone ed="p" n="310" unit="card"/><l n="310"><milestone ed="P" unit="para"/>ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·</l><l n="311">καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="312">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>