Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν, ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·