<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="264">ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.</l></q><milestone ed="p" n="265" unit="card"/><l n="265"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="266">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος</l><l n="267">ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·</l><l n="268">ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="269">ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν</l><l n="270">Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω</l><l n="271">ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.</l></q><l n="272"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·</l><l n="273">ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="274">τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.</l><l n="275">ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ</l><l n="276">ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·</l><l n="277">τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα</l><l n="278">φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,</l><l n="279">ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·</l><l n="280">τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν</l><l n="281">δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες</l><l n="282">κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="283">καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="337">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>