δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·