αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ