<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="255">τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="256">αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·</l><q><l n="257">Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων</l><l n="258">ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ</l><l n="259">ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον</l><l n="260">Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.</l><l n="261">εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="262">δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ</l><l n="263">ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.</l><l n="264">ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.</l></q></div></div></body></text></TEI>