Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ