<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="243">τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,</l><l n="244">αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι</l><l n="245">ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·</l><l n="246">ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.</l><l n="247">ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες</l><l n="248">εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="249">ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;</l></q><l n="250"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="251">ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.</l><l n="252">οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·</l><l n="253">Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,</l><l n="254">Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.</l><l n="255">τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="256">αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·</l><q><l n="257">Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων</l><l n="258">ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ</l><l n="259">ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον</l><l n="260">Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.</l><l n="261">εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="262">δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ</l><l n="263">ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.</l></q></div></div></body></text></TEI>