τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.