τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.