τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.