ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·