<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="222">οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.</l><milestone ed="p" n="223" unit="card"/><l n="223"><milestone ed="P" unit="para"/>ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον</l><l n="224">οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,</l><l n="225">ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.</l><l n="226">ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·</l><l n="227">καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας</l><l n="228">Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·</l><l n="229">τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν</l><l n="230">γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·</l><l n="231">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="232">καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,</l><l n="233">τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·</l><q><l n="234">Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·</l><l n="235">οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,</l><l n="236">ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο</l><l n="237">τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,</l><l n="238">ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα</l><l n="239">ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,</l><l n="241">τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·</l><q><l n="242"><milestone ed="P" unit="para"/>Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;</l></q></div></div></body></text></TEI>