οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·