<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="219">πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.</l><l n="220"><milestone ed="P" unit="para"/>ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,</l><l n="221">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·</l><l n="222">οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.</l><milestone ed="p" n="223" unit="card"/><l n="223"><milestone ed="P" unit="para"/>ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον</l><l n="224">οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,</l><l n="225">ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.</l><l n="226">ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·</l><l n="227">καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας</l><l n="228">Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·</l><l n="229">τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν</l><l n="230">γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·</l><l n="231">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="232">καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,</l><l n="233">τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·</l><q><l n="234">Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·</l><l n="235">οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,</l><l n="236">ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο</l><l n="237">τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,</l><l n="238">ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα</l><l n="239">ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,</l><l n="241">τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·</l><q><l n="242"><milestone ed="P" unit="para"/>Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;</l><l n="243">τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,</l><l n="244">αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι</l><l n="245">ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·</l><l n="246">ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.</l><l n="247">ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες</l><l n="248">εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="249">ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;</l></q><l n="250"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="251">ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.</l><l n="252">οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·</l><l n="253">Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,</l><l n="254">Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.</l><l n="255">τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="256">αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·</l><q><l n="257">Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων</l><l n="258">ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ</l><l n="259">ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον</l><l n="260">Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.</l><l n="261">εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="262">δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ</l><l n="263">ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.</l><l n="264">ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.</l></q><milestone ed="p" n="265" unit="card"/><l n="265"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l></div></div></body></text></TEI>