αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας