λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,