Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.