<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="194">φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,</l><l n="195">ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,</l><l n="196">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="197">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="199">βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="200">παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν</l><l n="201">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="202">λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.</l><l n="203">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="204">ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,</l><l n="205">ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,</l><l n="206">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="207">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="208"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="209">βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.</l><l n="210">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος</l><l n="211">βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι</l><l n="212">κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,</l><l n="213">αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·</l><l n="214">τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.</l><l n="215">λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε</l><l n="216">ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.</l><l n="217">αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,</l><l n="218">αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς</l><l n="219">πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.</l><l n="220"><milestone ed="P" unit="para"/>ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,</l><l n="221">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·</l><l n="222">οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.</l><milestone ed="p" n="223" unit="card"/><l n="223"><milestone ed="P" unit="para"/>ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον</l><l n="224">οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,</l><l n="225">ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.</l><l n="226">ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·</l><l n="227">καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας</l><l n="228">Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·</l></div></div></body></text></TEI>