φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι