φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων