<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="187">ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.</l></q><l n="188"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="189">αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·</l><l n="190">ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει</l><l n="191">φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.</l></q><l n="192"><milestone ed="P" unit="para"/>ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·</l><q><l n="193">Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον</l><l n="194">φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,</l><l n="195">ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,</l><l n="196">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="197">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="199">βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="200">παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν</l><l n="201">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="202">λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.</l><l n="203">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="204">ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,</l><l n="205">ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,</l><l n="206">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="207">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="208"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="209">βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.</l><l n="210">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος</l><l n="211">βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι</l><l n="212">κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,</l><l n="213">αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·</l><l n="214">τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.</l><l n="215">λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε</l><l n="216">ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.</l><l n="217">αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,</l><l n="218">αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς</l><l n="219">πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.</l><l n="220"><milestone ed="P" unit="para"/>ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,</l><l n="221">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·</l><l n="222">οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.</l><milestone ed="p" n="223" unit="card"/><l n="223"><milestone ed="P" unit="para"/>ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον</l><l n="224">οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,</l><l n="225">ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.</l><l n="226">ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·</l><l n="227">καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας</l><l n="228">Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·</l><l n="229">τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν</l><l n="230">γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·</l><l n="231">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="232">καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,</l><l n="233">τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·</l><q><l n="234">Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·</l><l n="235">οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,</l><l n="236">ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο</l><l n="237">τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,</l><l n="238">ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα</l><l n="239">ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,</l><l n="241">τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·</l><q><l n="242"><milestone ed="P" unit="para"/>Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;</l><l n="243">τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,</l><l n="244">αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι</l><l n="245">ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·</l><l n="246">ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.</l><l n="247">ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες</l><l n="248">εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,</l><l n="249">ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;</l></q><l n="250"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="251">ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.</l><l n="252">οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·</l><l n="253">Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,</l><l n="254">Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.</l><l n="255">τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="256">αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·</l><q><l n="257">Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων</l><l n="258">ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ</l><l n="259">ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον</l><l n="260">Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.</l><l n="261">εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="262">δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ</l><l n="263">ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.</l><l n="264">ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.</l></q><milestone ed="p" n="265" unit="card"/><l n="265"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="266">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος</l><l n="267">ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·</l><l n="268">ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="269">ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν</l><l n="270">Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω</l><l n="271">ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.</l></q><l n="272"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·</l><l n="273">ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="274">τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.</l><l n="275">ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ</l><l n="276">ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·</l><l n="277">τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα</l><l n="278">φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,</l><l n="279">ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·</l><l n="280">τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν</l><l n="281">δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες</l><l n="282">κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="283">καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="284">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="285">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,</l><l n="286">σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·</l><l n="287">αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.</l><l n="288">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="289">τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·</l><l n="290">τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος</l><l n="291">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l></q><l n="292"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·</l><l n="293">ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν</l><l n="294">οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι</l><l n="295">ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε</l><l n="296">Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·</l><l n="297">ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,</l><l n="298">πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς</l><l n="299">ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,</l><l n="300">ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.</l><l n="301">ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει</l><l n="302">σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·</l><q><l n="303">μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς</l><l n="304">οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,</l><l n="305">μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.</l><l n="306">ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται</l><l n="307">ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.</l><l n="308">ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον</l><l n="309">τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.</l></q><milestone ed="p" n="310" unit="card"/><l n="310"><milestone ed="P" unit="para"/>ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·</l><l n="311">καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,</l><l n="312">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="313">ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν</l><l n="314">ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·</l><l n="315">ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις</l><l n="316">ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.</l></q><l n="317"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="318">Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς</l><l n="319">ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.</l></q></div></div></body></text></TEI>