σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω