καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει