αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.