<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="169">ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε</l><l n="170">αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.</l><l n="171">καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·</l><l n="172">αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·</l><l n="173">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν</l><l n="174">Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα</l><l n="175">κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.</l><l n="176">καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων</l><l n="177">τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·</l><q><l n="178">αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,</l><l n="179">ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,</l></q></q></div></div></body></text></TEI>