ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,