<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="159">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.</l><l n="160">εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,</l><l n="161">ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν</l><l n="162">σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.</l><l n="163">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="164">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="165">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,</l><l n="166">Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</l><l n="167">αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι</l><l n="168">τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·</l><l n="169">ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε</l><l n="170">αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.</l><l n="171">καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·</l><l n="172">αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·</l><l n="173">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν</l><l n="174">Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα</l><l n="175">κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.</l><l n="176">καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων</l><l n="177">τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·</l><q><l n="178">αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,</l><l n="179">ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,</l><l n="180">καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="181">σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.</l></q><l n="182">ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.</l></q><milestone ed="p" n="183" unit="card"/><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="184">θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·</l><l n="185">οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν</l><l n="186">εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε</l><l n="187">ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.</l></q><l n="188"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="189">αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·</l><l n="190">ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει</l><l n="191">φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.</l></q><l n="192"><milestone ed="P" unit="para"/>ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·</l><q><l n="193">Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον</l></q></div></div></body></text></TEI>