<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="155">φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον</l><l n="156">οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,</l><l n="157">ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.</l><l n="158">οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν</l><l n="159">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.</l><l n="160">εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,</l><l n="161">ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν</l><l n="162">σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.</l><l n="163">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="164">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l></q></div></div></body></text></TEI>