<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="138">ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.</l><l n="139">ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·</l><l n="140">αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.</l><l n="141"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ</l><l n="142">Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·</l><l n="143">κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο</l><l n="144">ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,</l><l n="145">ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·</l><l n="146">τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ</l><l n="147">εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.</l><l n="148"><milestone ed="P" unit="para"/>ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="149">ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·</l><l n="150">ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.</l><l n="151">ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας</l><l n="152">ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.</l><l n="153">τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων</l><l n="154">χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·</l><q><l n="155">φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον</l><l n="156">οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,</l><l n="157">ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.</l><l n="158">οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν</l><l n="159">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.</l><l n="160">εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,</l><l n="161">ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν</l><l n="162">σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.</l><l n="163">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="164">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="165">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,</l><l n="166">Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</l><l n="167">αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι</l><l n="168">τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·</l><l n="169">ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε</l><l n="170">αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.</l><l n="171">καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·</l><l n="172">αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·</l><l n="173">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν</l><l n="174">Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα</l><l n="175">κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.</l><l n="176">καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων</l><l n="177">τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·</l><q><l n="178">αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,</l><l n="179">ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,</l><l n="180">καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="181">σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.</l></q><l n="182">ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.</l></q><milestone ed="p" n="183" unit="card"/><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="184">θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·</l><l n="185">οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν</l><l n="186">εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε</l><l n="187">ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.</l></q><l n="188"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="189">αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·</l><l n="190">ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει</l><l n="191">φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.</l></q><l n="192"><milestone ed="P" unit="para"/>ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·</l><q><l n="193">Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον</l><l n="194">φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,</l><l n="195">ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,</l><l n="196">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="197">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="199">βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="200">παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν</l><l n="201">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="202">λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.</l><l n="203">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="204">ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,</l><l n="205">ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,</l><l n="206">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="207">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="208"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="209">βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.</l><l n="210">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος</l><l n="211">βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι</l><l n="212">κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,</l><l n="213">αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·</l><l n="214">τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.</l></div></div></body></text></TEI>