μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε. ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,