<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="135">διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,</l><l n="136">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο</l><l n="137">μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,</l><l n="138">ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.</l><l n="139">ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·</l><l n="140">αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.</l><l n="141"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ</l><l n="142">Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·</l><l n="143">κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο</l><l n="144">ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,</l></div></div></body></text></TEI>