αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ, αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε. ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν. οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν