εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ, αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε. ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν. οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων