αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο