<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><l n="113">ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι</l><l n="114">μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="115">πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.</l><l n="116">αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν</l><l n="117">ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·</l><l n="118">αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,</l><l n="119">εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="120">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="121">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l><l n="122">ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·</l><l n="123">νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.</l></div></div></body></text></TEI>