τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων· αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην