<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="4"><q><l n="101">εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="102">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="103">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l></q><l n="104"><milestone ed="P" unit="para"/>ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·</l><l n="105">αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς</l><l n="106">ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας</l><l n="107">πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι</l><l n="108">βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.</l><l n="109">τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·</l><l n="110">καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,</l><l n="111">πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.</l><l n="112">καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ</l><l n="113">ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι</l><l n="114">μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="115">πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.</l><l n="116">αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν</l><l n="117">ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·</l><l n="118">αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,</l><l n="119">εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ</l><l n="120">ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην</l><l n="121">οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.</l><l n="122">ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·</l><l n="123">νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.</l><l n="124">αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,</l><l n="125">λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς</l><l n="126">ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.</l><milestone ed="p" n="127" unit="card"/><l n="127"><milestone ed="P" unit="para"/>οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο</l><l n="128">ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,</l><l n="129">ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.</l><l n="130">ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ</l><l n="131">παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,</l><l n="132">αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες</l><l n="133">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.</l><l n="134">ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·</l><l n="135">διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,</l><l n="136">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο</l><l n="137">μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,</l><l n="138">ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.</l><l n="139">ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·</l><l n="140">αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.</l><l n="141"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ</l><l n="142">Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·</l><l n="143">κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο</l><l n="144">ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,</l><l n="145">ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·</l><l n="146">τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ</l><l n="147">εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.</l><l n="148"><milestone ed="P" unit="para"/>ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="149">ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·</l><l n="150">ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.</l><l n="151">ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας</l><l n="152">ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.</l><l n="153">τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων</l><l n="154">χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·</l><q><l n="155">φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον</l><l n="156">οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,</l><l n="157">ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.</l><l n="158">οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν</l><l n="159">σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.</l><l n="160">εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,</l><l n="161">ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν</l><l n="162">σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.</l><l n="163">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="164">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="165">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,</l><l n="166">Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</l><l n="167">αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι</l><l n="168">τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·</l><l n="169">ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε</l><l n="170">αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.</l><l n="171">καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·</l><l n="172">αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·</l><l n="173">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν</l><l n="174">Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα</l><l n="175">κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.</l><l n="176">καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων</l><l n="177">τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·</l><q><l n="178">αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,</l><l n="179">ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,</l><l n="180">καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="181">σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.</l></q><l n="182">ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.</l></q><milestone ed="p" n="183" unit="card"/><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="184">θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·</l><l n="185">οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν</l><l n="186">εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε</l><l n="187">ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.</l></q><l n="188"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="189">αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·</l><l n="190">ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει</l><l n="191">φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.</l></q><l n="192"><milestone ed="P" unit="para"/>ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·</l><q><l n="193">Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον</l><l n="194">φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,</l><l n="195">ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,</l><l n="196">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="197">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="199">βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="200">παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν</l><l n="201">ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων</l><l n="202">λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.</l><l n="203">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="204">ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,</l><l n="205">ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,</l><l n="206">ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς</l><l n="207">Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.</l></q><l n="208"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·</l><l n="209">βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.</l><l n="210">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος</l><l n="211">βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι</l><l n="212">κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,</l><l n="213">αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·</l><l n="214">τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.</l><l n="215">λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε</l><l n="216">ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.</l><l n="217">αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,</l><l n="218">αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς</l><l n="219">πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.</l><l n="220"><milestone ed="P" unit="para"/>ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,</l><l n="221">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·</l><l n="222">οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.</l><milestone ed="p" n="223" unit="card"/><l n="223"><milestone ed="P" unit="para"/>ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον</l><l n="224">οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,</l><l n="225">ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.</l><l n="226">ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·</l><l n="227">καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας</l><l n="228">Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·</l><l n="229">τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν</l><l n="230">γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·</l><l n="231">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·</l><l n="232">καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,</l><l n="233">τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·</l><q><l n="234">Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·</l></q></div></div></body></text></TEI>